ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΓΑΠΙΟΥ ΤΟΥ ΕΝ ΤΟΙΣ ΟΡΙΟΙΣ ΤΟΥ ΒΑΤΟΠΑΙΔΙΟΥ ΑΣΚΗΣΑΝΤΟΣ ΜΕΤΑ ΤΗΣ ΣΥΝΟΔΕΙΑΣ ΑΥΤΟΥ
Ψαλλομένη τη 1ῃ Μαρτίου
[…] Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἐξῆς Προσόμοια.Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ἐν τοῖς ὁρίοις τῆς θείας, μονῆς ἐξήνθησας, τῆς τοῦ Βατοπαιδίου, ὡς ἡδύπνοον ἄνθος, Ἀγάπιε θεόφρον ὅθεν ὀσμάς, ἀρετῶν τελειότητος, ἐν ταῖς ψυχαῖς διαπνέεις τῶν εὐσεβῶν, τῶν ἐν πίστει εὐφημούντων σε.
Ταῖς συμβουλαῖς ὑπακούων, καὶ τοῖς κελεύσμασι, τοῦ Γέροντός σου μάκαρ, Κολιτσοῦ ἐν τῇ σκήτῃ, τὴν κλίμακα ἀνῆλθες τῶν ἀρετῶν, καὶ ζωῆς στηλογράφημα, τῆς ἐναρέτου ἐπώφθης θεοφιλῶν, σκητῶν κρηπὶς Ἀγάπιε.
Οἷά περ δοῦλος ἀπήχθης, καὶ τὸ σαρκίον σου, Ἀγάπιε δουλώσας, τὴν ὀλβίαν ψυχήν σου, ἀδούλωτον ἐτήρησας ἐν δεινοῖς, κακουχίαις καὶ σκώμμασιν, ἐρηρεισμένος ὢν δόγμασι τοῖς ὀρθοῖς, τῆς ἀμώμου ἡμῶν πίστεως.
Οἱ σὲ κατέχοντες δοῦλον, τὴν σὴν χρηστότητα, καὶ τῆς ψυχῆς σου ὄντως, τὴν εὐγένειαν σῶφρον, ἰδόντες κατηυγάσθησαν ἀληθῶς, καὶ Χριστὸν τὸν Θεάνθρωπον, ὁμολογήσαντες θέμεθλοι ἀῤῥαγεῖς, μετανοίας ἀνεδείχθησαν.
Δόξα. Ἦχος β΄.
Τὴν ὁδὸν τὴν ἄγουσαν εἰς τὴν ἄληκτον ζωήν, ποθήσας ἀνῦσαι, ἀσκηταῖς τοῖς ἐν τῷ Ἁγιωνύμῳ, τοῦ Ἄθω ὄρει συνανεστράφης, ἀγάπης συνώνυμε· καὶ τῆς δουλείας πειρασμοὺς ἐλευθέρῳ νοΐ, ὡς εὐσεβείας ἀγῶνα ἐδέξω, προσελκύσας τῷ σῷ παραδείγματι εἰς τὴν πίστιν, ἔτι καὶ τοὺς κυρίους σου· καὶ νῦν μετ’ αὐτῶν, καὶ τῷ σῷ πνευματικῷ πατρί, ἐν τοῖς οὐρανοῖς συναγαλλόμενος, πρέσβευε τῷ Βασιλεῖ τῆς δόξης Χριστῷ, καταπέμψαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Ἀπόστιχα.
Ἦχος β΄. Οἶκος τοῦ Εφραθᾶ.
Στῦλος ὑπομονῆς, καὶ ἕδρανον ἀγάπης, ἀσάλευτον ἐδείχθης, Ἀγάπιε διόπερ, νῦν πάντες σε γεραίρομεν. […]
(Απόσπασμα από τον Μικρό Εσπερινό της Ακολουθίας)
ΠΕΡΙΕΧΟΜΕΝΑ
ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΓΑΠΙΟΥ ΤΟΥ ΕΝ ΤΟΙΣ ΟΡΙΟΙΣ ΤΟΥ ΒΑΤΟΠΑΙΔΙΟΥ ΑΣΚΗΣΑΝΤΟΣ ΜΕΤΑ ΤΗΣ ΣΥΝΟΔΕΙΑΣ ΑΥΤΟΥ
- ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ
- ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ
- ΕΝ ΤΩ ΟΡΘΡΩ
- ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ